Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 34.36 Dem. 34.39 (English) >>Dem. 34.41

34.37καὶ ταῦτʼ ἔπραξεν, ἄνδρες δικασταί, οἰκῶν μὲν Ἀθήνησιν, οὔσης δʼ αὐτῷ γυναικὸς ἐνθάδε καὶ παίδων, τῶν δὲ νόμων τὰ ἔσχατα ἐπιτίμια προτεθηκότων, εἴ τις οἰκῶν Ἀθήνησιν ἄλλοσέ ποι σιτηγήσειεν εἰς τὸ Ἀττικὸν ἐμπόριον, ἔτι δʼ ἐν τοιούτῳ καιρῷ, ἐν ὑμῶν οἱ μὲν ἐν τῷ ἄστει οἰκοῦντες διεμετροῦντο τὰ ἄλφιτα ἐν τῷ ᾠδείῳ, οἱ δʼ ἐν τῷ Πειραιεῖ ἐν τῷ νεωρίῳ ἐλάμβανον κατʼ ὀβολὸν τοὺς ἄρτους καὶ ἐπὶ τῆς μακρᾶς στοᾶς τὰ ἄλφιτα, καθʼ ἡμίεκτον μετρούμενοι καὶ καταπατούμενοι. καὶ ὅτι ἀληθῆ λέγω, λαβέ μοι τήν τε μαρτυρίαν καὶ τὸν νόμον.Μαρτυρία Νόμος

34.38Φορμίων τοίνυν τούτῳ χρώμενος κοινωνῷ καὶ μάρτυρι οἴεται δεῖν ἀποστερῆσαι τὰ χρήματα ἡμᾶς, οἵ γε σιτηγοῦντες διατετελέκαμεν εἰς τὸ ὑμέτερον ἐμπόριον, καὶ τριῶν ἤδη καιρῶν κατειληφότων τὴν πόλιν, ἐν οἷς ὑμεῖς τοὺς χρησίμους τῷ δήμῳ ἐξητάζετε, οὐδενὸς τούτων ἀπολελείμμεθα, ἀλλʼ ὅτε μὲν εἰς Θήβας Ἀλέξανδρος παρῄει, ἐπεδώκαμεν ὑμῖν τάλαντον ἀργυρίου· 34.39ὅτε δʼ σῖτος ἐπετιμήθη <τὸ> πρότερον καὶ ἐγένετο ἑκκαίδεκα δραχμῶν, εἰσαγαγόντες πλείους μυρίους μεδίμνους πυρῶν διεμετρήσαμεν ὑμῖν τῆς καθεστηκυίας τιμῆς, πέντε δραχμῶν τὸν μέδιμνον, καὶ ταῦτα πάντες ἴστε ἐν τῷ πομπείῳ διαμετρούμενοι· πέρυσι δὲ εἰς τὴν σιτωνίαν τὴν ὑπὲρ τοῦ δήμου τάλαντον ὑμῖν ἐπεδώκαμεν ἐγώ τε καὶ ἀδελφός. καί μοι ἀνάγνωθι τούτων τὰς μαρτυρίας.Μαρτυρίαι



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 34.36 Dem. 34.39 (English) >>Dem. 34.41

Powered by PhiloLogic